I want to learn how to move through the astral, in dimensions like the kamaloka, the middle plane or the dimensions around the upper world.
I believe there are several different regions on the upper plane, the house of Shaitan/Netuno must be one of them.
I also don't think it's logical to think that Jupiter or "Hell" is the planet of the Gods, it's not physical because we're dead.
Returning to the main subject, I should start with astral projection, right?
... εἰ δὲ νοεῖς, ἔστιν, ὦ βασιλεῦ, ϰαὶ σωμάτων ἀσώματα. — Ποῖα; ἔφη ὁ βασιλεύς. — Τὰ ἐν τοῖς ἐσόπτροις φαινόμενα σώματα οὐ δοϰεῖ σοι ἀσώματα εἶναι; — Οὕτως ἔχει, ὦ Τάτ· ϑείως νοεῖς, ὁ βασιλεὺς εἶπεν. — Ἔστι δὲ ϰαὶ ἀσώματα ἄλλα, οἷον αἱ ἰδέαι οὐ δοϰοῦσιν εἶναί σοι, ἀσώματοι οὖσαι, ἐν σώματι φαινόμεναι, οὐ μόνον τῶν ἐμψύχων ἀλλὰ ϰαὶ τῶν ἀψύχων; — Εὖ λέγεις, ὦ Τάτ. — Οὕτως ἀνταναϰλάσεις εἰσὶ τῶν ἀσωμάτων πρὸς τὰ σώματα, ϰαὶ τῶν σωμάτων πρὸς τὰ ἀσώματα, τουτέστι τοῦ αἰσϑητοῦ πρὸς τὸν νοητὸν ϰόσμον ϰαὶ τοῦ νοητοῦ πρὸς τὸν αἰσϑητόν· διὸ προσϰύνει τὰ ἀγάλματα, ὦ βασιλεῦ, ὡς ϰαὶ αὐτὰ ἰδέας ἔχοντα ἀπὸ τοῦ νοητοῦ ϰόσμου. ὁ οὖν βασιλεὺς ἐξαναστὰς ἔφη, Ὥρα ἐστίν, ὦ προφήτα, περὶ τὴν τῶν ξένων ἐπιμέλειαν γενέσϑαι· τῇ δὲ ἐπιούσῃ περὶ τῶν ἑξης ϑεολογήσομεν.

